Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 4.4 Joseph. BJ 4.10 (English) >>Joseph. BJ 4.15

4.7πρὸς ὀρθίῳ δὲ τῇ λαγόνι δεδομημέναι πεπύκνωντο δεινῶς ἐπʼ ἀλλήλαις αἱ οἰκίαι, κρημνιζομένῃ τε πόλις ἐοικυῖα κατέτρεχεν εἰς ἑαυτὴν ἀπὸ τῆς ὀξύτητος. 4.8καὶ πρὸς μεσημβρίαν μὲν ἔκλινεν, νότιος δʼ αὐτῆς ὄχθος εἰς ἄπειρον ὕψος ἀνατείνων ἄκρα τῆς πόλεως ἦν, ἀτείχιστος δὲ ὑπὲρ αὐτὴν κρημνὸς εἰς τὴν βαθυτάτην κατατείνων φάραγγα· πηγὴ δʼ ἐντὸς τοῦ τείχους, ἐφʼ ἣν τὸ ἄστυ κατέληγεν. 4.9

Οὕτως οὖσαν φύσει δυσμήχανον τὴν πόλιν τειχίζων Ἰώσηπος ἐποίησεν ὀχυρωτέραν ὑπονόμοις τε καὶ διώρυξιν. 4.10οἱ δʼ ἐν αὐτῇ φύσει μὲν τοῦ χωρίου θαρραλεώτεροι τῶν κατὰ τὴν Ἰωταπάτην ἦσαν, πολὺ δʼ ἐλάττους μάχιμοι, καὶ τῷ τόπῳ πεποιθότες οὐδὲ πλείονας ὑπελάμβανον πεπλήρωτο γὰρ πόλις διὰ τὴν ὀχυρότητα συμφυγόντων· παρὸ καὶ τοῖς ὑπʼ Ἀγρίππα προπεμφθεῖσιν ἐπὶ τὴν πολιορκίαν ἀντεῖχεν ἐπὶ μῆνας ἑπτά. 4.11

Οὐεσπασιανὸς δʼ ἄρας ἀπὸ τῆς Ἀμμαθοῦς, ἔνθα πρὸ τῆς Τιβεριάδος ἐστρατοπεδεύκει· μεθερμηνευομένη δʼ Ἀμμαθοῦς θερμὰ λέγοιτʼ ἄν, ἔστι γὰρ ἐν αὐτῇ πηγὴ θερμῶν ὑδάτων πρὸς ἄκεσιν ἐπιτηδείων· ἀφικνεῖται πρὸς τὴν Γάμαλαν. 4.12καὶ πᾶσαν μὲν κυκλώσασθαι φυλακῇ τὴν πόλιν οὐχ οἷός τε ἦν οὕτως διακειμένην, πρὸς δὲ τοῖς δυνατοῖς φρουροὺς καθίστησι καὶ τὸ ὑπερκείμενον ὄρος καταλαμβάνεται.



Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 4.4 Joseph. BJ 4.10 (English) >>Joseph. BJ 4.15

Powered by PhiloLogic